Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 4
Not analysed yet
φησὶ (fr. 114 Us.) γοῦν ἐν τῇ πρὸς τούς ἐν Μυτιλήνῃ φιλο- σόφους ἐπιστολῇ ‘οἶμαι δὲ ἔγωγε τοὺς βαρυστόνους καὶ μαθητήν με δόξειν τοῦ πλεύμονος εἶναι, μετὰ μειρακίων τινῶν κραιπαλώντων ἀκούσαντα ʼ, νῦν πλεύμονα καλῶν τὸν Ναυσιφάνην ὡς ἀναίσθητον· καὶ πάλιν προβὰς πολλά τε κατειπὼν τἀνδρὸς ὑπεμφαίνει τὴν ἐν τοῖς μαθήμασιν αὐτοῦ προκο |πὴν λέγων ‘καὶ γὰρ πονηῥὸς ἄνθρωπος ἧν καὶ ἐπιτετηδευκὼς τοιαῦτα ἐξ ὧν οὐ δυνατὸν εἰς σοφίαν ἐλθεῖνʼ, αἰνισσόμενος τὰ μαθήματα.