Ancient Greek
203 to 207
Sextus Empiricus, Adversus mathematicos 203-4-207
Not analysed yet
᾿Επακτέον δὲ καὶ οὕτως· εἰ ἔστι τι χρόνος, ἤτοι ἄφθαρτός ἐστι καὶ ἀγένητος ἢ φθαρτὸς καὶ γενητός· οὔτε δὲ ἄφθαρτός ἐστι καὶ ἀγένητος, ὧς δειχθήσεται ,οὔτε φθαρτὸς καὶ γενητός, ὧς καὶ τοῦτο παρασταθήσεται· οὐκ ἄρα ἔστι τι χρόνος. ἄφθαρτος μὲν οὖν καὶ ἀγένητος οὐκ ἔστιν, εἰ γε τὸ μέν τι αὐτοῦ παρώχηκε, τὸ δὲ ἐνέστηκε, τὸ δὲ μέλλει. καὶ γὰρ ἡμέρα ἡ μὲν χθὲς οὐκέτι ἔστιν, ἡ δὲ σήμερον ἔστιν, ἡ δὲ αὔριον οὔπω γέγονεν. ὅθεν καὶ τοῦ χρόνου τὸ μὲν οὐκ ἔσται, ὥσπερ τὸ παρῳχημένον, τὸ δὲ ἔστιν, ὧς τὸ ἐνεστηκός ,τὸ δὲ οὔπω ἔστιν, καθάπερ τὸ μέλλον. διὰ δὲ τοῦτο οὔτε ἀγένητος οὔτε ἄφθαρτος γενήσεται ὁ χρόνος. εἰ δὲ φθαρτός ἐστι καὶ γενητός, ἄπορον τὸ εἰς τί φθαρήσεται καὶ ἐκ τίνος ἔσται. οὔτε γὰρ ὁ μέλλων ἔστιν ἤδη, οὔτε ὁ παρῳχημένος ἔτι ἔστιν. ἐκ δὲ τῶν μὴ ὄντων πῶς δύναταί τι <γίνεσθαι, ἢ εἰς τὰ μὴ ὄντα πῶς δύναταί τι> φθείρεσθαι; οὐδὲν οὖν ἐστι χρόνος. Ἐπιχειρητέον δὲ καὶ οὕτως· εἰ ἔστι τι χρόνος, ἤτοι γενητός ἐστιν ἢ ἀγένητος ἢ τὶς μὲν γενητός, τὶς δὲ ἀγένητος· οὔτε δὲ γενητὸς δύναται εἶναι ὁ χρόνος οὔτε ἀγένητος οὔτε τὶς μὲν γενητός, τὶς δὲ ἀγένητος· οὐκ ἄρα ἔστι τι χρόνος. εἰ μὲν γὰρ γενητὸς εἴη, ἐπεὶ πᾶν τὸ γεννώμενον <ἐν> χρόνῳ γίνεται, καὶ ὁ χρόνος ἐν χρόνῳ ἔσται γεννώμενος. ἤτοι οὖν [ὁ] αὐτὸς ἔσται αὑτῷ γεννώμενος ἢ ἕτερος ἐν ἑτέρῳ. καὶ εἰ μὲν ὁ] αὐτὸς ἐν ἑαυτῷ γεννᾶται, ἔσται τι γεγονὸς πρὶν γεγονέναι· ὅπερ ἄτοπον.