Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 208-2
Not analysed yet
ἐπεὶ γὰρ τὸ ἐν ᾧ τι γίνεται ὀφείλει προϋπάρχειν τοῦ ἐν αὐτῷ γεννωμένου, δεήσει καὶ τὸν χρόνον ἐν ἑαυτῷ γεννώμενον ἑαυτοῦ προγεγενῆσθαι· οἷον ἐν ἐργαστηρίῳ δημιουργεῖται ἀνδριάς, ἀλλὰ προυπόκειται τοῦ ἀνδριάντος τὸ ἐργαστήριον, καὶ ἐν τόπῳ τινὶ συνίσταται ναῦς, ἀλλὰ καὶ προυφέστηκε τῆς νεὼς ὁ τόπος. τοίνυν εἰ καὶ ὁ χρό- νος ἐν ἑαυτῷ γίνεται, προυπάρξει ἑαυτοῦ· καὶ οὕτως εἰ μὲν γίνεται, οὔπω ἔσται, ἐπεὶ πᾶν τὸ γινόμενον, ὅτε γίνεται, οὔπω ἔστιν· εἰ δὲ ἐν ἑαυτῷ γίνεται, ὀφείλει προϋπάρχειν.