Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 206-2
Not analysed yet
τῷ τε μηδὲν εἶναι αἴτιον ἀκολουθεῖ πάλιν τὸ εἶναί τι αἴτιον, ἐπείπερ ὁ λέγων μηδὲν εἶναι αἴτιον ὑπό τινος αἰτίας κινηθεὶς λέγει μηδὲν εἶναι αἴτιον. ὥστε καὶ τὸ διεζευγμένον πρὸς τοῖς δυσὶ συνημμένοις ἀληθὲς γίνεσθαι ἐξ ἀντικειμένων διεζευγμένον, καὶ τὴν ἐπιφορὰν τοῖς τοιούτοις λήμμασι συνεισάγεσθαι, καθὼς ἀνώτερον παρεμυθησάμεθα. Καὶ δὴ ταῦτα μέν, ὡς κεφαλαιωδέστερον εἰπεῖν, εἰς τοῦτο τὸ μέρος εἴωθε λέγεσθαι παρὰ τοῖς δογματικοῖς·