Ancient Greek
207 to 208
Sextus Empiricus, Adversus mathematicos 207-2-208
Not analysed yet
σκοπῶμεν δὲ ἀκολούθως καὶ τοὺς τῶν ἀπορητικῶν λόγους· φανήσονται γὰρ καὶ οὗτοι τοῖς ἐκκειμένοις ἰσοσθενεῖς καὶ ἕνεκα πειθοῦς μὴ διαφέροντες αὐτῶν. τὸ αἴτιον τοίνυν, φασί, τῶν πρός τι ἐστίν· τινὸς γάρ ἐστιν αἴτιον καὶ <τινί>, οἶον τὸ σμιλίον τινὸς μέν ἐστιν αἴτιον καθάπερ τῆς τομῆς, τινὶ δὲ καθάπερ Γῇ σαρκί. τὰ δέ γε πρός τι ἐπινοεῖται μόνον ἀλλ’ οὐχ ὑπάρχει, καθὼς ἐν τοῖς περὶ ἀποδείξεως (adv. log. II 453—461) παρεστήσαμεν· καὶ τὸ αἴτιον ἄρα ἐπινοηθήσεται μόνον, οὐχ ὑπάρξει δέ.