Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 21-2
Not analysed yet
ὁ δὲ Σπαρτιάτης Λυ- κοῦργος, ὡς |ἂν ζηλωτὴς Θάλητος τοῦ Κρητὸς γενόμενος, τὸν αὐτὸν τοῖς Σπαρτιάταις νόμον εἰσηγήσατο· παρʼ ἣν αἰτίαν πολλοῖς ὕστερον χρόνοις τὸν ἐπὶ ξένης ῥητορικὴν ἐκπονήσαντα νεανίαν ἐπανελθόντα ἐκόλασαν οἱ ἔφοροι, τὴν αἰτίαν προσθέντες τῆς καταδίκης ὡς δολεροὺς λόγους ἐπὶ παρακρούσει τᾶς Σπάρτας ἐμελέτησεν. καὶ αὐτοὶ δὲ διέμειναν ῥητορικὴν μισοῦντες, ἀφελεῖ δὲ βραχυλογίᾳ χρώμενοι.