Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 22-2
Not analysed yet
ὅθεν καὶ ὁ ἀντιχειροτονηθεὶς Ἀθηναίοις ὑπʼ αὐτῶν πρὸς Τισσαφέρνην πρεσβευτής, τῶν Ἀθηναίων μακρὰς καὶ ποικίλας ῥήσεις διεξιόντων, δύο τῇ βακτηρίᾳ γραμμὰς κατὰ τοῦ ἐδάφους χαράξας, τὴν μὲν εὐθεῖαν καί μικρὰν τὴν δὲ ἐπιμήκη καὶ σκολιάν, ῾τούτωνʼ εἶπεν, ῾ὧ βασιλεῦ, ὁποτέραν θέλεις ἑλοῦ,ʼ αἰνιττόμενος διὰ μὲν τῆς ἐπιμήκους καὶ τῆς σκολιᾶς γραμμῆς τὴν τερθρείαν τὴν ῥητορικήν, διὰ δὲ τῆς βραχείας ἅμα καὶ εὐθείας τὴν ἀφελῆ καὶ σύντομον εὐθυρρημοσύνην,