Ancient Greek
210 to 215
Sextus Empiricus, Adversus mathematicos 210-3-215
Not analysed yet
Καὶ μὴν εἰ ἔστιν αἴτιον, ἤτοι σῶμα σώματός ἐστιν αἴτιον ἢ ἀσώματον ἀσωμάτου ἢ σῶμα ἀσωμάτου ἢ ἀσώματον σώματος· οὔτε δὲ σῶμα σώματος, ὧς παραστήσομεν, οὔτε ἀσώματον ἀσωμάτου οὔτε σῶμα ἀσωμάτου οὔτε ἐναλλὰξ ἀσώματον σώματος· οὐκ ἄρα ἔστιν αἴτιον. ἀμέλει καὶ αἱ γιγνόμεναι τῶν δογματικῶν στάσεις συμφωνοῦσι τῇ ἐκκειμένῃ διαιρέσει, εἴγε <οἱ>Στωικοὶ (fr. II 341 Arn.) μὲν πᾶν αἴτιον σῶμά φασι σώματι ἀσωμάτου τινὸς αἴτ’ ἴον γ᾿ ίνεσθαι, οἷον σῶμα μὲν τὸ σμιλίον, σώματι δετῇ σαρκί, ἀσω- μάτου δὲ τοῦ τέμνεσθαι κατηγορήματος, καὶ πάλιν σῶμα μὲν τὸ πῦρ, σώματι δὲ τῷ ξύλῳ, ἀσωμάτου δὲ τοῦ καίεσθαι κατηγορήματος. οἱ δὲ ἀσώματον ὑποθέμενοι τὸν κόσμον, οἷον καὶ τὸν πάντα διοικοῦντα θεόν, τοὐναντίον ἀσώματον σώματος λέγουσιν ὑπάρχειν τὸ αἴτιον. ὁ δ’ Ἐπίκουρος καὶ σώματα σωμάτων καὶ ἀσώματα ἀσωμάτων φησὶν αἴτια τύγχανε ἱν, καὶ σώματα μὲν σωμάτων ὡς στοιχεῖα τῶν συγκριμάτων, ἀσώματα δὲ ἀσωμάτων ὧς τὰ τοῖς πρώτοις σώμασι συμβεβηκότα ἀσώματα τῶν τοῖς συμβεβηκότων ἀσωμάτων. ὥστε ἐὰν δείξωμεν, ὅτι οὔτε τὸ σῶμα τοῦ σώματος οὔτε τὸ ἀσώματον τοῦ ἀσωμάτου οὔτε τὸ ἀσώματον τοῦ σώματος οὔτ’ ἐναλλὰξ δύναται τυγχάνειν αἴτιον, αὐτόθεν ἐσόμεθα κατεσκευακότες καὶ τὸ μηδεμίαν τῶν ἐκκειμένων στάσεων κατωρθῶσθαι. σῶμα μὲν οὖν σώματος οὐκ ἂν εἴη ποτὲ αἴτιον, ἐπείπερ ἀμφότερα τὴν αὐτὴν ἔχει φύσιν· καὶ εἰ τὸ ἕτερον αἴτιον λέγεται παρόσον ἐστὶ σῶμα, πάντως καὶ τὸ λοιπὸν σῶμα καθεστὼς αἴτιον γενήσεται. κοινῶς δὲ ἀμφοτέρων αἰτίων ὄντων οὐδέν ἐστι τὸ πάσχον, μηδενὸς δὲ πάσχοντος τὸ ποιοῦν γενήσεται. εἰ ἄρα σῶμα σώματός ἐστιν αἴτιον, οὐδέν ἐστιν αἴτιον. καὶ μὴν οὐδὲ ἀσώματον ἀσωμάτου λέγοιτ’ ἂν εἶναι ποιητικὸν διὰ τὴν αὐτὴν αἰτίαν· εἰ γὰρ ἀμφότερα τῆς αὐτῆς μετέσχε φύσεως, τί μᾶλλον τόδε τοῦδε ῥητέον αἴτιον ἢ τόδε τοῦδε;