Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 209-2
Not analysed yet
εἴπερ τε αἴτιον ἔστιν, ὀφείλει ἔχειν τὸ οὗ λέγεται αἴτιον, ἐπεὶ οὐκ ἔσται αἴτιον, ἀλλ᾿ ὃν τρόπον τὸ δεξιὸν μὴ παρόντος τοῦ πρὸς ὃ λέγεται δεξιὸν οὐκ ἔστιν, οὕτω καὶ τὸ αἴτιον μὴ παρόντος τοῦ πρὸς ὃ νοεῖται οὐκ ἔσται αἴτιον. ἀλλὰ μὴν οὐκ ἔχει τὸ αἴτιον οὗ ἔστιν αἴτιον, διὰ τὸ μήτε γένεσιν μήτε φθορὰν μήτε πεῖσιν μήτε κοινῶς κίνησιν ὑπάρχειν, ὧς ἐπὶ τῶν οἰκείων γινόμενοι τόπων διδάξομεν (§§218—231). οὐκ ἄρα ἔστιν αἴτιον.