Ancient Greek
22 to 27
Sextus Empiricus, Adversus mathematicos 22-5-27
Not analysed yet
σκορπίον αἰδοῖον καὶ μήτραν, τοξότην μηρούς, αἰγόκερων γόνατα, ὑδρηχόον κνήμας, ἰχθύας δὲ πόδας. καὶ ταῦτα πάλιν οὐκ ἀσκόπως, ἀλλʼ ἐπείπερ, ἐὰν ἔν τινι τούτων τῶν ζῳδίων γένηται τῶν κατὰ τὴν γένεσιν κακοποιῶν ἀστέρων τις, πήρωσιν τοῦ ὁμωνυμοῦντος ἀπεργάζεται μέρους. Ταῦτα μὲν οὖν περὶ τῆς φύσεως τῶν ἐν τῷ ζῳδιακῷ κύκλῳ κεφαλαιωδέστερον ὑποδεδείχθω οὐκ ἄτοπον δὲ ἑξῆς διελθεῖν καὶ περὶ τῆς διαιρέσεως αὐτῶν. ἐπιστάσεως γὰρ οὔσης ὡς τῶν ζῳδίων μὴ κατ᾿ ἰδίαν περιγραφὴν θεω- ρουμένων ἀλλὰ ἑπτὰ ἀστέρων διεσπαρμένων παρατηρήσει, ἐπῆλθεν αὐτοῖς εἰς δώδεκα μοίρας τὸν ὅλον καταδιελεῖν κύκλον. ὑποδεικνύντες γὰρ τὴν ἔφοδον, φασίν, ἕνα τινὰ τῶν ἐν τῷ ζῳδιακῷ κύκλῳ λαμπρὸν ἀστέρα παρατηρή- σαντες ἀνατέλλοντα οἱ πάλαι, εἶτα ἀμφορέα τετρημένον πληρώσαντες ὕδατος εἴασαν ῥεῖν εἴς τι ἕτερον ὑποκείμε- νον ἀγγεῖον μέχρι τοῦ τὸν αὐτὸν αὖθις ἀνασχεῖν ἀστέρα, στοχασάμενοί τε ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ ση- μεῖον γεγονέναι τὴν τοῦ κύκλου περιστροφὴν πάλιν ἐλάμ- βανον τὸ δωδέκατον τοῦ ῥυέντος, καὶ ἐσκέπτοντο ἐν πόσῳ τοῦτο ἔρρευσε χρόνῳ· ἐν τοσούτῳ γὰρ ἔλεγον καὶ τὸ δω- δέκατον μέρος ἀνεληλυθέναι τοῦ κύκλου, καὶ τοῦτον ἔχειν τὸν λόγον τὸ ἀνενεχθέν μέρος τοῦ κύκλου πρὸς τὸν ὅλον κύκλον, ὅν ἔχει τὸ ῥυὲν τοῦ ὕδατος μέρος πρὸς τὸ ὅλον ὕδωρ. ἐκ ταύτης τῆς ἀναφορᾶς, φημὶ δὲ τοῦ δωδεκατη- μορίου, τὸ τελευταῖον πέρας ἐσημειοῦντο ἀπὸ ἀστέρος τι- νὸς ἐπιφαν οῦς κατ᾿ αὐτὸ θεωρουμένου ἢ ἀπό τινος τῶν συνανατελλόντων βορειοτέρων ἢ νοτιωτέρων. τὸ δὲ αὐτὸ ἐποίουν καὶ ἐπὶ τῶν ἄλλων δωδεκατημορίων. Ἀλλʼ ἡ μὲν ἔφοδος καθʼ ἥν εἰς τοσαύτας μοίρας τὸν ζῳδιακὸν καταδιαιροῦσι κύκλον, ἐστὶ τοιαύτη· ἀνάλογος δʼ ἔοικεν εἶναι καὶ καθʼ ἣν τὸν ἐφʼ ἑκάστης γενέσεως ὡρο |σκόπον ἀρχικῶς παρατετηρηκέναι λέγουσιν. νύκτωρ μὲν γὰρ ὁ Χαλδαῖος, φασίν, ἐφ᾿ ὑψηλῆς τινος ἀκρωρείας ἐκα- θέζετο ἀστεροσκοπῶν, ἕτερος δὲ παρήδρευε τῇ ὠδινούσῃ μέχρις ἀποτέξαιτο,