Ancient Greek
28 to 34
Sextus Empiricus, Adversus mathematicos 28-3-34
Not analysed yet
ἀποτεκούσης δὲ εὐθὺς δίσκῳ διεσήμαινε τῷ ἐπὶ τῆς ἀκρωρείας. ὁ δὲ ἀκούσας καὶ αὐτὸς παρεσημει- οῦτο τὸ ἀνίσχον ζῴδιον ὡς ὡροσκοποῦν, μεθʼ ἡμέραν δὲ τοῖς ὡροσκοπίοις προσεῖχε καὶ ταῖς τοῦ ἡλίου κινήσεσιν. Ἀλλὰ ταῦτα μὲν περὶ ζῳδίων τῶν δὲ ἀστέρων ἐνίους μὲν ἀγαθοποιοὺς εἶναι λέγουσιν ἐνίους δὲ κακοποιοὺς τι- νὰς δὲ καὶ κοινούς, οἷον ἀγαθοποιοὺς μὲν τὸν τοῦ Διὸς καὶ τὸν Ἀφροδίτης, κακοποιοὺς δὲ τὸν τοῦ Ἄρεως καὶ Κρόνου, ἐπίκοινον δὲ τὸν τοῦ Ἑρμοῦ, ἐπείπερ μετὰ μὲν ἀγαθοποιῶν ἀγαθοποιὸς μετὰ δὲ κακοποιῶν κακοποιός. ἄλλοι δὲ τοὺς αὐτοὺς ἀστέρας κατ᾿ ἄλλην καὶ ἄλλην σχέ- σιν ὁτὲ μὲν ἀγαθοποιοὺς ὁτὲ δὲ κακοποιοὺς ὑπάρχειν νο- μίζουσιν. ἢ γὰρ πρὸς τὸ ζῴδιον ἢ πρὸς τοὺς τῶν ἄλλων ἀστέρων συσχηματισμοὺς οὔτε ὁ κακοποιὸς ἀστὴρ πάν- τως κακοποιός ἐστιν οὔτε ὁ ἀγαθοποιὸς πάντως ἀγαθο- ποιός ἐστιν. πλὴν τῶν ἑπτὰ ἡγεῖσθαι μὲν τὸν ἥλιον καὶ τὴν σελήνην οἴονται, ἐλάττονα δὲ τούτων δύναμιν ἔχειν πρὸς τὰς τῶν ἀποτελεσμάτων ἐκβάσεις τοὺς λοιποὺς πέν- τε· παρʼ ἣν αἰτίαν οἱ Αἰγύπτιοι βασιλεῖ μέν καὶ δεξιῷ ὀφθαλμῷ ἀπεικάζουσι τὸν ἥλιον, βασιλίσσῃ δὲ καὶ ἀρι- στερῷ ὀφθαλμιῶ τὴν σελήνην, ῥαβδοφόροις δὲ τοὺς πέντε ἀστέρας, τῷ δὲ λοιπῷ λαῷ τοὺς ἄλλους ἀπλανεῖς. καὶ τῶν πέντε ἡλίῳ μὲν συμφωνεῖν καὶ συνεπικουρεῖν φασι Κρόνον τε καὶ Δία καὶ Ἑρμῆν, οὕς καὶ ἡμιερινοὺς καλεῖ- σθαι διὰ τὸ τὸν ἣλιον, ὧ συνεργοῦσι, τῶν μεθʼ ἡμέραν γεννωμένων ἐπικρατεῖν, 〈σελήνῃ δὲ Ἄρην τε καὶ Ἀφρο- δίτην〉. τοὺς δὲ αὐτοὺς ἀστέρας μεί ζονα μᾶλλον ἴσχειν δύναμιν ἢ παρὰ τὸ ἐν ἰδίοις οἴκοις ὑπάρχειν ἢ ὑψώμασιν ἢ ὁρίοις, ἢ παρὰ τὸ δορυφορεῖσθαί τινας ὑπό τινων, ἤ παρὰ τὸ ἐπιβλέπειν ἀλλήλους καὶ συσχηματίζεσθαι ἀλ- λήλοις, ἢ παρὰ τὸ ἐπὶ κέντροις εἶναι. οἶκος δέ ἐστι κατ᾿ αὐτοὺς ἡλίου μὲν λέων, σελήνης δὲ καρκίνος, Κρόνου δὲ αἰγόκερως καὶ ὑδρηχόος, Διὸς τοξότης καὶ ἰχθύες, Ἄρεως κριὸς καὶ σκορπίος, Ἀφροδίτης ταῦρος καὶ ζυγός, Ἑρμοῦ δίδυμοι καὶ παρθένος.