Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 221
Not analysed yet
τοῦτο δὲ πάλιν τὸ κίνημα, ὅπερ μνήμη τε καὶ φαντασία καλεῖται, εἶχεν ἐν ἑαυτῷ τρίτον ἐπιγινόμενον ἄλλο κίνημα τὸ τῆς λογικῆς φαντασίας, κατὰ κρίσιν λοιπὸν καὶ προαίρεσιν τὴν ἡμετέραν συμβαῖνον, ὅπερ κίνημα διάνοιά τε καὶ νοῦς προσαγορεύεται, οἶον ὅταν τις προσπεσόντος κατ’ ἐνάργειαν Δίωνος πάθη πως τὴν αἴσθησιν καὶ τραπῇ, ὑπὸ δὲ τοῦ περὶ τὴν αἴσθησιν πάθους ἐγγένηταί τις αὐτοῦ τῇ ψυχῇ φαντασία, ἣν καὶ μνήμην πρότερον ἐλέγομεν καὶ ἴχνει παραπλήσιον ὑπάρχειν,