Ancient Greek
222 to 225
Sextus Empiricus, Adversus mathematicos 222-2-225
Not analysed yet
ἀπὸ δὲ ταύτης τῆς φαντασίας ἑκουσίως ἀναζωγραφῇ αὐτῷ καὶ ἀναπλάσσῃ φάντασμα, καθάπερ τὸν γενικὸν ἄνθρωπον. τὸ γὰρ δὴ τοιοῦτο κίνημα τῆς ψυχῆς κατὰ διαφόρους ἐπιβολὰς οἱ Περιπατητικοὶ τῶν φιλοσόφων διάνοιάν τε καὶ νοῦν ὀνομάζουσι, κατὰ μὲν τὸ δύνασθαι διάνοιαν, κατὰ δὲ ἐνέργειαν νοῦν· ὅταν μὲν γὰρ δύνηται τοῦτον ποιεῖσθαι τὸν ἀναπλασμὸν ψυχή, τουτέστιν ὅταν πεφύκῃ, διάνοια καλεῖται, ὅταν δὲ ἐνεργητικῶς ἤδη ποιῇ, νοῦς ὀνομάζεται. ἀπὸ μέντοι τοῦ νοῦ καὶ τῆς διανοήσεως συνίσταται ἥ τε ἔννοια καὶ ἐπιστήμη καὶ τέχνη. διανόησις μὲν γὰρ γίνεται ὁτὲ μὲν τῶν κατὰ μέρος εἰδῶν ὁτὲ δὲ τῶν τε εἰδῶν καὶ τῶν γενῶν· ἀλλ’ ὁ μὲν ἀθροισμὸς τῶν τοιούτων τοῦ νοῦ φαντασμάτω καὶ ἡ συγκεφαλαίωσις τῶν ἐπὶ μέρους εἰς τὸ καθόλου ἔννοια καλεῖται, ἐν δὲ τῷ ἀθροισμῷ τούτῳ καὶ τῇ συγκεφαλαιώσει τελευταῖον ὑφίσταται ἥ τε ἐπιστήμη καὶ τέχνη, ἐπιστήμη μὲν <ἡ> καὶ ἀδιάπτωτον ἔχουσα, τέχνη δὲ ἡ μὴ πάντως τοιαύτη. ὥσπερ δὲ ἡ τῶν ἐπιστημῶν καὶ τεχνῶν φύσις ἐστὶν ὑστερογενής, οὕτω καὶ ἡ καλουμένη δόξα· ὅταν γὰρ εἴξῃ ἡ ψυχὴ τῇ ἀπὸ τῆς αἰσθήσεως ἐγγενομένῃ φαντασίᾳ καὶ τῷ φανέντι πρόσθηται καὶ συγκατάθηται, λέγεται δόξα.