Ancient Greek
230 to 234
Sextus Empiricus, Adversus mathematicos 230-3-234
Not analysed yet
οὐκ ἄρα διδακτόν ἐστι τὸ σῶμα. ἀλλὰ μὴν οὐδὲ τὸ ἀσώματον. ἢ γὰρ ἰδέα τίς ἐστι Πλατωνικὴ ἢ τὸ παρὰ τοῖς Σιωικοῖς λεκτὸν ἢ κενὸν ἢ τόπος ἢ χρόνος ἢ ἄλλο τι τῶν τοιούτων. ὅ τι δ’ ἂν ᾖ τούτων, ἔτι ζητουμένην καὶ ἀνεπικρίτως διαφωνουμένην ἔχει τὴν ὑπόστασιν· τὸ δὲ τὰ ἔτι ἀμφισβητούμενα ὧς ἀναμφίλεκτα λέγειν διδάσκεσθαι τελέως ἐστὶν ἄτοπον. ἀλλ’ εἰ τῶν ὄντων τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώματα, δέδεικται δὲ μηθὲν τούτων διδασκόμενον, οὐθέν ἐστι τὸ διδασκόμενον. Καὶ ἄλλως· εἰ διδάσκεταί τι, ἤτοι ἀληθές ἐστιν ἢ ψεῦδος. καὶ ψεῦδος μὲν οὔκ ἐστιν, ὧς αὐτόθεν φαίνεται· ἀληθὲς δ’ εἴπερ ἐστίν, ἄπορόν ἐστιν, ὧς ἐν τοῖς περὶ κρι- τηρίου (adv. dogm. II 15 sqq.) ἐδείξαμεν, καὶ περὶ ἀπόρων οὐκ ἔστι μάθησις· οὐκ ἄρα ἔστι τὸ διδασκόμενον. πρὸς τούτοις· τὸ διδασκόμενον ἢ τεχνικόν ἐστιν ἢ ἄτεχνον. ἀλλ’ ἄτεχνον μὲν οὔκ ἐστιν, ἐπεὶ οὐδὲ δεήσεται μαθήσεως. εἰ δὲ τεχνικόν ἐστιν, ἤτοι αὐτόθεν φαίνεται ἢ ἄδηλόν ἐστιν. καὶ εἰ μὲν αὐτόδεν φαίνεται, καὶ ἄτεχνόν ἐστι καὶ ἀδίδακτον· εἰ δὲ ἄδηλόν ἐστιν, οὐ γίνεται δι’ αὐτὸ τὸ ἀδηλεῖσθαι διδακτόν. Ἐκ τούτων μὲν οὖν ἄπορον παρίσταται τὸ διδασκόμένον πρᾶγμα· συναναιρεῖται δ’ αὐτῷ ὅ τε διδάσκων διὰ τὸ μὴ ἔχειν ὃ διδάξει, ὅ τε μανθάνων διὰ τὸ μὴ ἔχειν ὃ μάθῃ. οὐθὲν δ’ ἧττον ἔσται καὶ ἐπ’ αὐτῶν τούτων τἀς ὁμοίας κινεῖν ἀπορίας.