Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 235-5
Not analysed yet
εἰ γὰρ ἔστι τις ὁ διδάσκων καὶ ἔστι τις ὁ μανθάνων, ἤτοι τεχνίτης τὸν τεχνίτην διδάξει ἢ ἄτεχνος τὸν ἄτεχνον ἢ ἐναλλὰξ ὁ τεχνίτης τὸν ἄτεχνον ἢ ἄτεχνος τὸν τεχνίτην. οὔτε δὲ ὁ ἄτεχνος τὸν ἄτεχνον διδάσκειν δύναται, ὧς οὐδὲ ὁ τυφλὸς τὸν τυφλὸν ὁδηγεῖν, οὔθ’ ὁ τεχνίτης τὸν τεχνίτην· οὐ γὰρ ἔχει πάντως ὃ διδάξει. οὔτε μὴν ὁ ἄτεχνος τὸν τεχνίτην, ὡς οὐδὲ ὁ τυφλὸς ὁδηγεῖν ποτε δύναται τὸν βλέποντα· πεπήρωται γὰρ ὁ ἰδιώτης εἰς τὰ τῆς τέχνης θεωρήματα, καὶ διὰ τοῦτ’ ἀνεπιτήδειος πρὸς τὸ διδάσκειν.