Ancient Greek
236 to 241
Sextus Empiricus, Adversus mathematicos 236-3-241
Not analysed yet
ὡσαύτως δὲ κἂν σῶμα ἅμα καὶ ἀσώματον ὑπάρχῃ, πάντα τὰ ἐπὶ μέρους ἔσται σώματα ἅμα καὶ ἀσώματα, καὶ οὐδὲν κατ’ ἰδίαν ἔσται ἢ σῶμα μόνον ἢ ἀσώματον. ὥστε εἰ μὴ σῶμά ἐστι τό ‟τι” μηδὲ ἀσώματον ἢ σῶμα ἅμα καὶ ἀσώματον, οὐδέν ἐστι τό ‟τι” τούτου δ’ ἀναιρουμένου συναναιρεῖται καὶ τὰ ἐπ’ εἴδους πάντα· ὅπερ ἐστὶν ἄτοπον. καὶ μὴν καὶ ἕκαστον τῶν συναποδοθέντων τῷ χρόνῳ ἀσωμάτων ἠπόρηται τοῖς ἀπὸ τῆς σκέψεως, οἷον τὸ λεκτὸν καὶ τὸ κενὸν καὶ ὁ τόπος· ἑκάστου δὲ τούτων ἠπορημένου καὶ ὁ χρόνος οὐ συγχωρηθήσεται ἐκ τοῦ αὐτοῦ γένους εἶναι τούτοις. Πρὸς δὲ τὸν Ἐπίκουρον σύμπτωμα συμπτωμάτων ἀξιοῦντα τυγχάνειν τὸν χρόνον, πολλῶν καὶ ἄλλων λέγεσθαι δυναμένων, ἐκεῖνο πρὸς τὸ παρὸν ἀπαρκέσει λέγειν, ὅτι αἱ μέν πως ἔχουσαι οὐσίαι τάχα θεωροῦνται καὶ εἰσὶ τῶν ὑποκειμένων πραγμάτων, τὰ δὲ λεγόμενα συμβεβηκέναι ταῖς οὐσίαις, οὐχ ἕτερα ὄντα τῶν οὐσιῶν, ἀνυπόστατά ἐστιν· οὔτε γὰρ ἀντιτυπία τις ἔστι παρὰ τὸ άντίτυπον σῶμα οὔτε εἶξις ὑπόκειται παρὰ τὸ εἶκον καὶ κενόν, οὐ κίνησις παρὰ τὸ κινούμενον σῶμα, οὐ μονὴ παρὰ τὸ ἠρεμοῦν, ἀλλ’ ὡς οὐδέν ἐστι στρατηγία παρὰ τὸν στρατη- γοῦντα οὐδὲ γυμνασιαρχία παρὰ τὸν γυμνασιαρχοῦντα, οὕτως οὐδὲ ἕκαστον τούτων τῶν συμβεβηκότων ἔστι παρὰ τὸ ᾧ συμβέβηκεν. ὅθεν καὶ ἐπειδὰν λέγῃ ὁ Ἐπίκουρος τὸ σῶμα νοεῖν κατ’ ἐπισύνθεσιν μεγέθους καὶ σχήματος καὶ ἀντιτυπίας καὶ βάρους, ἐκ μὴ ὄντων σωμάτων βιάζεται τὸ ὂν σῶμα νοεῖν· εἰ γὰρ μήτε μέγεθός τι ὐπόκειται παρὰ τὸ μεμεγεθωμένον μήτε σχῆμα παρὰ τὸ ἐσχηματσμένον μήτε ἀντιτυπία παρὰ τὸ ἀντιτυποῦν, πῶς ἐκ τῶν μὴ ὑποκειμένων οἷόν τε τὸ ὑποκείμενον νοεῖν σῶμα; ὥσθ’ ἴνα ᾖ χρόνος, συμπτώματα εἶναι δεῖ, ἔνα δὲ τὰ συμπτώματα ὑπάρχῃ, συμβεβηκός τι ὑποκείμενον· οὐδὲν δέ ἐστι συμβεβηκὸς ὑποκείμενον· τοίνυν οὐδὲ χρόνος δύναται ὑπάρχειν.