Ancient Greek
242 to 244
Sextus Empiricus, Adversus mathematicos 242-4-244
Not analysed yet
ἐῶ λέγειν, ὅτι καὶ τὰ οἷς λέγεται συμβεβηκέναι ὁ χρόνος, καὶ τὰ ὧν λέγεται σύμπτωμα τυγχάνειν, ἀνεύρετά ἐστιν, οἷον ἡ ἡμέρα, ἡ νύξ, ὥρα, κίνησις μονή, πάθος ἀπάθεια. ἡ γοῦν ἡμέρα δωδεκάωρος εἶναι λεγομένη, καθὼς πρότερον ὑπεδείξαμεν §182sqq.) ,οὐχ ὑφέστηκε κατὰ τὰς δώδεκα ὥρας, ἀλλὰ κατὰ μίαν μόνην τὴν ἐνεστῶσαν, ἥτις οὐκ ἔστιν ἡμέρα. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῆς νυκτός. ἥ τε ὥρα ἐν πλάτει νοουμένη καὶ οἷον τριμερὴς πάλιν σκεψαμένοις ἡμῖν ἀνυπόστατος φαίνεται. οὔτε γὰρ ὅτε τὸ πρῶτον αὐτῆς μέρος ἔστιν ὑφέστηκεν, (οὔπω γὰρ τὰ λοιπὰ ἔστιν), οὔτε ὅτε τὸ δεύτερον· γὰρ τὸ μὲν πρῶτον οὐκέτι ἔστιν, τὸ δὲ τρίτον οὔπω ἔστιν. τῶν δὲ πλειόνων αὐτῆς μερῶν κατὰ τοῦτον τὸν τρόπον μὴ ὑπαρχόντων οὐδ’ αὐτὴ δύναται ὑπάρχειν. ἀλλ’ γε ἡμέραν εἶναι καὶ νύκτα ὑπάρχειν καὶ ὥρας. οὐκοῦν ἐπεὶ ταῦτά ἐστι χρόνος, ὁ δὲ Ἐπίκουρος σύμπτωμά φησιν αὐτῶν εἶναι τὸν χρόνον, ἔσται κατὰ τὸν Ἐπίκουρον ὁ χρόνος αὐτὸς ἑαυτοῦ σύμπτωμα.