Ancient Greek
236 to 237
Sextus Empiricus, Adversus mathematicos 236-4-237
Not analysed yet
ἀπολείπεται οὖν λέγειν, ὅτι ὁ τεχνίτης τὸν ἰδιώτην διδάσκει, ὃ πάλιν τῶν ἀμηχάνων· καὶ γὰρ ὁ τεχνίτης συνηπόρηται ἡμῖν τοῖς τῆς τέχνης θεωρήμασιν, καὶ ὁ ἄτεχνος εἰ διδάσκεται καὶ γίνεται τεχνίτης, ἤτ’ οἱ ὅτε ἄτεχνός ἐστι γίνεται τεχνίτης ἢ ὅτε τεχνίτης ἐστίν· οὔτε δὲ ὅτε ἄτεχνός ἐστι δύναται γίνεσθαι τεχνίτης, οὔτε ὅτε τεχνίτης ἐστὶν ἔτι γίνεται τεχνίτης, ἀλλ’ ἔστιν.