Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 237-2
Not analysed yet
Ἐπὶ μὲν οὖν τοῦ τρόπου ἡ ἀνάλυσίς ἐστι τοιαύτη, ἀναλογεῖ δὲ καὶ ἐπὶ τοῦ λόγου· παραλείπεται γὰρ τὸ τρίτον τὸ ‘‘οὐχὶ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα”, μετὰ τοῦ τὰ φαινόμενα ἅπασι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεσθαι συνάγει τὸ τοῦ ἐκκειμένου <. . . . . >ἀναποδείκτῳ. ὥστε δεύτερον μὲν γίνεσθαι ἀναπόδεικτον τοιοῦτον “εἰ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα, τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται· οὐχὶ δέ γε τὰ σημεῖα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται·