Ancient Greek
238 to 240
Sextus Empiricus, Adversus mathematicos 238-2-240
Not analysed yet
τὰ σημεῖα ἄρα οὐκ ἔστι φαινόμενα”, τρίτον δὲ τὸν τοιοῦτον ‘‘οὐχὶ καὶ τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται καὶ τὰ σημεῖά ἐστι φαινόμενα· ἀλλὰ μὴν τὰ φαινόμενα πᾶσι τοῖς ὁμοίως διακειμένοις παραπλησίως φαίνεται· οὐκ ἄρα τὰ σημεῖά ἐστι φαινόμενα”. Κατὰ δὲ τὴν αὐτὴν δύναμιν τῆς συναγωγῆς καὶ τοιοῦτός τις προταθήσεται λόγος “εἰ τὰ φαινόμενα πᾶσιν ἐπ’ ἴσης φαίνεται καὶ τὰ φαινόμενα τῶν ἀδήλων ἐστὶ σημεῖα, τὰ ἄδηλα πᾶσιν ἐπ’ ἴσης φαίνεται· οὐχὶ δέ γε τὰ ἄδηλα πᾶσιν ἐπ’ ἴσης φαίνεται, ἀλλὰ καὶ τὰ φαινόμενα πᾶσιν ἐπ’ ἴσης φαίνεται· οὐκ ἄρα τὰ φαινόμενα τῶν ἀδήλων ἐστὶ σημεῖα”. τούτου δὴ τοῦ λόγου ἡ μὲν ἀνάλυσίς ἐστιν ὁμοία, καθ’ ἣν δεύτερος ἀναπόδεικτος ἐπιβάλλει τρίτῳ, ἡ δὲ παραμυθία τῶν λημμάτων προῦπτος. ὅτι γὰρ τὰ φαινόμενα ἐπ’ ἴσης φαίνεται τοῖς ἀπαραποδίστους ἔχουσι τὰς αἰσθήσεις, συμφανές· οὐ γὰρ ἄλλοις ἄλλως τὸ λευκὸν φαίνεται, οὐδὲ ἄλλοις ἄλλως τὸ μέλαν, οὐδὲ διαφερόντως τὸ γλυκύ, ἀλλ᾿ ὁμοίως πάντας κινεῖ.