Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 245-5
Not analysed yet
καὶ μὴν καὶ ὁ περὶ τῆς κινήσεως λόγος ποικίλως ἄπορος δέδεικται διὰ τὸ μήτε ἐν ᾧ τι ἔστι τόπῳ δύνασθαι κινεῖσθαι μήτε ἐν ᾦ μὴ ἔστι. συνανῄρηται δὲ καὶ τὸ περὶ τῆς μονῆς· κινήἀντιτυποῦν σεως γὰρ μὴ οὔσης οὐδὲ μονὴ γένοιτ’ ἂν. κατὰ γὰρ ἀντιπαραβολὴν τοῦ κινουμένου νοεῖται τὸ ἀκίνητον καὶ τοῦ ἀκινητίζοντος τὸ κινούμενον· ὅθεν ὧς δεξιοῦ μὴ ὄντος οὐδὲ ἀριστερὸν ἔστιν, οὕτως τοῦ ἑτέρου τούτων μὴ ὑπάρχοντος οὐδὲ τὸ λοιπὸν δύναται νοεῖσθαι.