Ancient Greek
249 to 251
Sextus Empiricus, Adversus mathematicos 249-4-251
Not analysed yet
νιμος. καὶ εἰ μὲν ὑποκειμένης ἐν αὐτῷ τῆς ἀφροσύνης προσεκτήσατο τὴν φρόνησιν, ἔσται ὁ αὐτὸς φρόνιμος ἅμα καὶ ἄφρων· ὅ ἐστιν ἀδύνατον. εἰ δ’ ἀποβολῇ ἐκείνης ἐκτήσατο ταύτην, οὐ δυνήσεται διὰ τῆς ὑστερογενοῦς διαθέσεως τὴν προοῦσαν διάθεσιν, νῦν δὲ μὴ παροῦσαν γνωρίζειν. καὶ εἰκότως· παντὸς γοῦν πράγματος αἰσθητοῦ ἢ νοητοῦ γίνεται κατάληψις ἤτοι κατὰ ἐνάργειαν περιπτωτικῶς ἢ κατὰ τὴν ἀπὸ τῶν περιπτωτικῶς πεφηνότων ἀναλογιστικὴν μετάβασιν, καὶ ταύτην ἤτοι ὁμοιωτικήν, ὧς ὅταν ἀπὸ τῆς Σωκράτους εἰκόνος γνωρίζηται ὁ μὴ παρὼν Σωκράτης, ἢ συνθετικήν, ὧς ὅταν ἀπ’ ἀνθρώπου καὶ ἵππου κατ’ ἐπισύνθεσιν νοῶμεν τὸν ἀνύπαρκτον ἱπποκένταυρον, ἢ κατὰ ἀναλογίαν, ὡς ὅταν ἀπὸ τοῦ κοινοῦ ἀνθρώπου παραυξητικῶς μὲν λαμβάνηται ὁ Κύκλωψ, ὃς οὐκ ἐῴκει (ι 191) ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι, μειωτικῶς δὲ ὁ πυγμαῖος ἄνθρωπος.