Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 252-5
Not analysed yet
ὅθεν εἰ καὶ τῇ φρονήσει λαμβάνεται ἡ ἀφροσύνη καὶ τῷ φρονίμῳ ὁ ἄφρων, ἤτοι κατὰ περίπτωσιν θεωρήσεται ἢ κατὰ τὴν ἀπὸ τῆς περιπτώσεως μετάβασιν. οὔτε δὲ κατὰ περίπτωσιν θεωρεῖται (οὐδεὶς γὰρ ὧς λευκὸν καὶ μέλαν καὶ γλυκὺ καὶ κατὰ περίπτωσιν ἔγνω, οὕτω καὶ ἀφροσύνην) οὔτε κατὰ τὴν ἀπὸ τῆς περιπτώσεως μετάβασιν· (οὐδὲν γὰρ τῶν ὄντων ἐστὶν ἐοικὸς ἀφροσύνῃ). †εἰ δ’ ἀπὸ τούτου ποιεῖται τὴν μετάβασιν ὁ φρόνιμος, ἤτοι ὁμοιωτικὴν ἢ συνθετικὴν ἢ ἀναλογιστικήν, ὥστε οὐ λήψεταί ποτε τὴν ἀφροσύνην ἡ φρόνησις.