Ancient Greek
25 to 28
Sextus Empiricus, Adversus mathematicos 25-9-28
Not analysed yet
ἔνθεν καὶ κατὰ ἀκολουθίαν τριχῶς εἰπόντες ἀγαθὸν προσαγορεύεσθαι, ἕκαστον τῶν σημαινομένων κατ’ ἰδίαν πάλιν ἐπιβολὴν ὑπογράφουσιν. λέγεται γὰρ ἀγαθόν, φασί, καθ’ ἔνα μὲν τρόπον τὸ ὑφ’ οὗ ἢ ἀφ’ οὗ ἔστιν ὠφελεῖσθαι, ὃ δὴ ἀρχικώτατον ὑπῆρχε καὶ ἀρετή· ἀπὸ γὰρ ταύτης ὥσπερ τινὸς πη- γῆς πᾶσα πέφυκεν ἀνίσχειν ὠφέλεια. καθ’ ἕτερον δὲ τὸ καθ’ ὃ συμβαίνει ὠφελεῖσθαι· οὕτως οὐ μόνον αἱ ἀρεταὶ λεχθήσονται ἀγαθά, ἀλλὰ καὶ αἱ κατ’ αὐτὰς πράξεις, εἴπερ καὶ κατὰ ταύτας συμβαίνει ὡφελεῖσθαι. κατὰ δὲ τὸν τρίτον καὶ τελευταῖον τρόπον λέγεται ἀγαθὸν τὸ οἷόν τε ὠφελεῖν, ἐμπεριλαμβανούσης τῆς ἀποδόσεως ταύτης τάς τε ἀρετὰς καὶ τὰς ἐναρέτους πράξεις καὶ τοὺς φίλους καὶ τοὺς σπουδαίους ἀνθρώπους, θεούς τε καὶ σπουδαίους δαίμονας. παρ’ ἣν αἰτίαν οὐκ ἐν ἴσῳ λέγεται παρά τε τοῖς περὶ τὸν Πλάτωνα καὶ Ξενοκράτη (fr. 32 Heinze) πολλαχῶς ὀνομάζεσθαι τἀγαθὸν καὶ παρὰ τοῖς Στωικοῖς. ἐκεῖνοι μὲν γάρ, ὅταν φῶσιν ἑτέρως λέγεσθαι ἀγαθὸν τὴν ἰδέαν καὶ ἑτέρως τὸ μετέχον τῆς ἰδέας, σημαινόμενα ἐκτίθενται καὶ κατὰ πολὺ ἀλλήλων διεστῶτα καὶ μηδεμίαν ἔχοντα κοινωνίαν, οἷόν τε καὶ ἐπὶ τῆς ‘‘κύων” φωνῆς θεωροῦμεν.