Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 24-7
Not analysed yet
τὰ γὰρ μέρη, φασὶ Στωικῶν παῖδες, οὔτε τὰ αὐτὰ τοῖς ὅλοις ἐστὶν οὔτε ἑτεροῖα τῶν ὅλων, οἶον ἡ χεὶρ οὔτε ἡ αὐτή ἐστιν τῷ ὅλῳ ἀνθρώπῳ οὐ γὰρ ὅλος ἄνθρωπός ἐστιν ἡ χείρ), οὔτε ἑτέρα τοῦ ὅλου σύν γὰρ τῇ ὅλῃ] χειρὶ ὅλος ὁ ἄνθρωπος νοεῖται ἄνθρωπος). ἐπεὶ οὖν καὶ τοῦ σπουδαίου ἀνθρώπου καὶ τοῦ φίλου μέρος ἐστὶν ἡ ἀρετή, τὰ δὲ μέρη οὔτε ταὐτὰ τοῖς ὅλοις ἐστὶν οὔτε ἕτερα τῶν ὅλων, εἴρηται ὁ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος οὐχ ἕτερος ὠφελείας. ὥστε πᾶν ἀγαθὸν τῷ ὅρῳ ἐμπεριειλῆφθαι, ἐάν τε ἐξ εὐθείας ὠφέλεια τυγχάνῃ, ἐάν τε μὴ ᾖ ἕτερον ὠφελείας.