Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 252
Not analysed yet
Ἀσκληπιάδης δέ ἐν τῷ Περὶ γραμματικῆς τρία φήσας εἶναι τὰ πρῶτα τῆς γραμματικῆς μέρη, [ἀνάγνωσιν ἐντριβῆ καὶ κατὰ προσῳδίαν,] τεχνικὸν ἱστορικὸν γραμματικόν, ὅπερ ἄμ -φοτέρων ἐφάπτεται, ψημὶ δέ τοῦ ἱστορικοῦ καὶ τοῦ τε- χνικοῦ, τριχῇ ὑποδιαιρεῖται τὸ ἱστορικόν τῆς γὰρ ἱστο- ρίας τὴν μέν τινα ἀληθ ῆ εἶναί φησι τὴν δέ ψευδῆ τὴν δέ ὡς ἀληθῆ, καὶ ἀληθῆ μὲν τὴν πρακτικήν, ψευδῆ δέ τὴν περὶ πλάσματα καὶ μύθους, ὡς ἀληθῆ δέ οἷά ἐστιν ἡ κωμῳδία καὶ οἱ μῖμοι·