Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 253
Not analysed yet
τῆς δέ ἀληθοῦς τρία πάλιν μέρη· ἡ μέν γάρ ἐστι περὶ τὰ πρόσωπα θεῶν καὶ ἡρώων καὶ ἀνδρῶν ἐπιφανῶν, ἡ δὲ περὶ τοὺς τόπους καὶ χρό- νοῦς, ἡ δὲ περὶ τὰς πράξεις. τῆς δὲ ψευδοῦς, του|τέστι τῆς μυθικῆς, ἕν εἴδος μόνον ὑπάρχειν λέγει τὸ γενεα- λογικόν. ὑποτάσσεσθαι δὲ τῷ ἱστορικῷ κοινῶς φησι, καθὼς καὶ Διονύσιος, τὸ περὶ τὰς γλώττας· ἱστορεῖ γὰρ ὅτι κρήγυον ἀληθές ἐστιν ἢ ἀγαθόν. ὡσαύτως δὲ καὶ τὸ περὶ παροιμιῶν καὶ ὅρων. Ἀλλʼ ὅτι μέν γραμματικῆς εἶναι μέρος βούλονται τὸ ἱστορικόν,