Ancient Greek
252 to 253
Sextus Empiricus, Adversus mathematicos 252-3-253
Not analysed yet
δεῖ ἄρα τὸ σημεῖον οὐ μόνον ἐν ὑγιεῖ εἶναι συνημμένῳ ἡγούμενον, τουτέστι τῷ ἀπ’ ἀληθοῦς ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι, ἀλλὰ καὶ ἐκκαλυπτικὴν ἔχειν φύσιν τοῦ λήγοντος, οἶόν ἐστι τὸ ἐν τοῖς τοιούτοις συνγμμένοις “εἰ γάλα ἔχει ἐν μαστοῖς ἥδε, κεκύηκεν ᾔδε’ καὶ “εἰ βρογχεῖον ἔπτυκεν οὗτος, ἕλκος ἔχει ἐν πνεύμονι οὗτος”. τουτὶ γὰρ τὸ συνημμένον ὑγιές ἐστιν, ἀρχόμενον μὲν ἀπ’ ἀληθοῦς τοῦ “βρογχεῖον ἔπτυκεν οὗτος”, λῆγον δὲ <τὸ> “ἕλκος ἔχει οὗτος ἐν πνεύμονι”, μετὰ τοῦ εἶναι τὸ πρῶτον τοῦ δευτέρου· ἐκείνῳ γὰρ προσβάλλοντες κατάληψιν τούτου ποιούμεθα.