Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 254-2
Not analysed yet
Ἔτι, φασί, τὸ σημεῖον παρὸν παρόντος εἶναι δεῖ σημεῖον. ἔνιοι γὰρ ἐξαπατώμενοι καὶ παρὸν παρῳχημένου θέλουσιν εἶναι σημεῖον, ὧς ἐπὶ τοῦ “εἰ οὐλὴν ἔχει οὗτος, ἕλκος ἔσχηκεν οὗτος”· τὸ μὲν γὰρ ‘‘οὐλὴν ἔχει” παρόν ἐστι, φαίνεται γάρ, τὸ δὲ ἕλκος ἐσχηκέναι παρῳχημένον, οὐκέτι γὰρ ἔστιν ἕλκος· καὶ παρὸν μέλλοντος, ὧς τὸ περιεχόμε- νον τῷ τοιούτῳ συνημμένῳ “εἰ καρδίαν τέτρωται οὗτος, ἀποθανεῖται οὗτος”· τὸ μὲν γὰρ τραῦμα τῆς καρδίας εἶναί φασιν ἤδη, τὸν δὲ θάνατον μέλλειν.