Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 254
Not analysed yet
ἐκ τούτων ἐστὶ συμφανές· λοιπὸν δέ, ἐπεὶ οἱ πλείους ὡμολογηκόσιν αὐτὸ ἄτεχνον εἶναι καὶ ἐκ τῆς ἀμεθόδου ὕλης τυγχάνειν, ἀπολελύκασι μὲν ἡμᾶς τῆς ἐπὶ πλεῖον πρὸς αὐτούς ἀντιρρήσεως, ὅμως δʼ οὖν ὑπέρ τοῦ μὴ ἀνεπισήμαντον παρελθεῖν τὸν τόπον οὕτως ἐρωτητέον. ἤτοι τέχνη ἐστὶν ἠ γραμματικὴ ἢ οὐκ ἐστι τέχνη. καὶ εἰ μέν οὐκ ἐστιν, αὐτόθεν συμβεβίασται τὸ προκείμενον· εἰ δὲ τέχνη ἐστίν, ἐπεὶ τὰ τῆς τέχνης μέρη πάντως ἐστὶ τεχνικά, τὸ δʼ ἱστορικὸν ἀμέθοδον ὡμολόγηται τυγχά- νειν, οὐκ ἂν εἴη τῆς γραμματικῆς μέρος τὸ ἱστορικόν.