Ancient Greek
256 to 257
Sextus Empiricus, Adversus mathematicos 256-3-257
Not analysed yet
ὥστε καὶ ἀξίωμά ἐστι τὸ σημεῖον, καὶ ἐν ὑγιεῖ συνημμένῳ καθηγεῖται τῷ ἀρχομένῳ ἀπὸ ἀληθοῦς καὶ λήγοντι ἐπὶ ἀληθὲς, ἐκκαλυπτικόν τέ ἐστι τοῦ λήγοντος, καὶ διὰ παντὸς παρὸν παρόντος ἐστὶ σημεῖον. Τούτων δ’ ὑποδεδειγμένων κατὰ τὰς αὐτῶν ἐκείνων τεχνολογίας πρῶτον μὲν ἄξιόν ἐστι τὸ τοσοῦτον εἰπεῖν πρὸς αὐτούς. εἰ καθ’ οὓς μὲν αἰσθητόν ἐστι τὸ σημεῖον, καθ’ οὓς δὲ νοητόν, καὶ ἡ περὶ τούτου διαφωνία μέχρι τοῦ νῦν ἀνεπίκριτός ἐστιν, ἄδηλον εἶναι ῥητέον ἀκμὴν τὸ σημεῖον. ἄδηλον δὲ ὂν χρῄζει τῶν ἐκκαλυψόντων, ἀλλ’ οὐκ αὐτὸ ἑτέρων δεῖ ὑπάρχειν ἐκκαλυπτικόν.