Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 255-2
Not analysed yet
ἀγνοοῦσι δὴ οἱ τὰ τοιαῦτα λέγοντες, ὅτι ἄλλ’ ἐστὶ τὰ παρῳχημένα καὶ τὰ μέλλοντα, τὸ μέντοι σημεῖον καὶ σημειωτὸν κἀν τούτοις παρὸν παρόντος ἐστίν. ἔν τε γὰρ τῷ προτέρῳ τῷ “εἰ οὐλὴν ἔχει οὗτος, ἕλκος ἔσχηκεν οὗτος” τὸ μὲν ἕλκος γέγονεν ἤδη καὶ παρῴχηκεν, τὸ δὲ ἕλκος ἐσχηκέναι τοῦτον, ἀξίωμα καθεστηκός, ἐνέστηκεν, περὶ γεγονότος τινὸς λεγόμενον· ἔν τε τῷ “εἰ καρδίαν τέτρωται οὗτος, ἀποθανεῖται οὗτος” ὁ μὲν θάνατος μέλλει, τὸ δὲ ἀποθανεῖσθαι τοῦτον ἀξίωμα ἐνέστηκεν, περὶ μέλλοντος λεγόμενον, παρὸ καὶ νῦν ἐστιν ἀληθές.