Ancient Greek
256 to 257
Sextus Empiricus, Adversus mathematicos 256-4-257
Not analysed yet
ἀλλ’ εἴπερ, ἴνα ὁ φρόνιμος τὸν ἄφρονα διδάξῃ τὴν περὶ τὸν βίον τέχνην, δεῖ θεωρητικὸν αὐτὸν εἶναι τῆς ἀφροσύνης καθάπερ καὶ τὸν τεχνίτην τῆς ἀτεχνίας, δέδεικται δ᾿ ἄληπτος αὐτῷ ἡ ἀφροσύνη, οὐκ ἂν δύναιτο ὁ φρόνιμος τὸν ἄφρονα τὴν περὶ τὸν βίον τέχνην διδάσκειν. Καὶ δὴ συνεκτικώτατα τῶν κατὰ τὸν ἠθικὸν τόπον πον ζητουμένων ἠπορηκότες ,ἐν τοσούτοις τὴν σύμπασαν τῆς σκεπτικῆς ἀγωγῆς διέξοδον ἀπαρτίζομεν.