Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 255-5
Not analysed yet
καθάπερ τὴν μὲν ἰατρικὴν διάθεσιν ἀπὸ τῶν ἰατρικῶς γινομένων ἔργων, τὴν δὲ ζωγραφικὴν ἀπὸ τῶν ζωγραφικῶς γινομένων. οὔτε δὲ αὐτὴν ἐξ αὐτῆς δύναται τὴν διάθεσιν λαβεῖν· ἀφανὴς γάρ ἐστι καὶ ἀθεώρητος, καὶ οὐχ οἶόν τέ ἐστιν αὐτὴν διὰ τῆς τοῦ σώματος μορφῆς περιαθρῆσαι· οὔτε ἐκ τῶν ὑπὸ αὐτῆς ἀποδιδομένων ἔργων· πάντα γὰρ τὰ φαινόμενα ἔργα, καθάπερ καὶ πρότερον ἐδείκνυμεν (§197—209), φρονήσεως καὶ ἀφροσύνης ἐστίν.