Ancient Greek
262 to 267
Sextus Empiricus, Adversus mathematicos 262-3-267
Not analysed yet
ἀλλ’ ἔστω γε καὶ ἐκ περιουσίας συγκεχωρήσθω, ἕνεκα τοῦ προβαίνειν τὴν ζήτησιν, ἐν ὑπάρξει τυγχάνειν τὰ λεκτά, καίπερ ἀνηνύτου καθεστώσης τῆς περὶ αὐτῶν μάχης. οὐκοῦν, εἰ ταῦτα ἔστιν, ἤτοι σώματα ἢ ἀσώμασα λέξουσιν εἶναι. καὶ σώματα μὲν οὐκ ἂν φαῖεν· εἰ δὲ ἀσώματα, ἤτοι ποιεῖ τι κατ’ αὐτοὺς ἤ οὐδὲν ποιεῖ. καὶ ποιεῖν μὲν οὐκ ἂν ἀξιώσειαν· τὸ γὰρ ἀσώματον κατ’ αὐτούς οὔτε ποιεῖν τι πέφυκεν οὔτε πάσχειν. μηδὲν δὲ ποιοῦντα οὐδὲ οὖ ἐστι σημεῖα ἐνδείξεταί τε καὶ δηλώσει· τὸ γὰρ ἐνδείκνυσθαί τι καὶ δηλοῦν ἔστι ποιεῖν τι. ἄτοπον δέ γε τὸ σημεῖον μήτε ἐνδείκνυσθαί τι μήτε δηλοῦν· οὐκ ἄρα νοητόν ἐστιν, οὐδὲ ἀξίωμα, τὸ σημεῖον. ἄλλως τε, καθὼς ἐν πολλοῖς πολλάκις ὑπεδείξαμεν, ἃ μὲν σημαίνει, ἃ δὲ σημαίνεται. σημαίνουσι μὲν αἱ φωναί, σημαίνεται δὲ τὰ λεκτά, ἐν οἶς ἐστι καὶ τὰ ἀξιώματα. πάντων δὲ τῶν ἀξιωαὑτοὺς μάτων σημαινομένων, ἄλλων δὲ σημαινόντων οὐκ ἂν τὸ σημεῖον ἀξίωμα. πάλιν παρακεχωρήσθω τὰ λεκτὰ φύσιν ἐχειν ἀσώματον. ἀλλ᾿ ἐπεὶ τὸ σημεῖον ἐν ὑγιεῖ καθηγεῖσθαί φασι, δεήσει προεπικεκρίσθαι τὸ ὐγιὲς συνημμένον καὶ προεξητάσθαι, εἴτε τὸ κατὰ Φίλωνά ἐστι τὸ τοιοῦτον εἴτε <τὸ> τὸ κατὰ Διόδωρον ἢ τὴν ἢ ἄλλως πως κρινόμενον· πολλῶν γὰρ καὶ περὶ τούτου διαστάσεων οὐσῶν οὐκ ἔνεστι λαβεῖν βεβαίως τὸ σημεῖον ἀνεπικρίτου τυγχανούσης τῆς διαφωνίας. ἔτι πρὸς τοῖς εἰρημένοις, κἂν δῶμεν σύμφωνον εἶναι τὸ ὑγιὲς κριτήριον, καὶ ὁποῖόν ποτ’ ἂν ἐκεῖνοι θέλωσι, τοιοῦτο ἀμάχως ὑπάρχειν, οὐδὲν ἦττον τὸ περιεκτικὸν τοῦ σημείου ἀνεπίχριτον ὁμολογεῖν ἐστιν ἀνάγκη. τὸ γὰρ σημειωτὸν ἤτοι πρόδηλον θέλουσιν εἶναι ἢ ἄδηλον. καὶ εἰ μὲν πρόδηλον, οὐκ ἔσται σημειωτόν, οὐδὲ σημανθήσεται ὑπό τινος, ἀλλ᾿ αὐτὸ δι᾿ αὑτοῦ προσπεσεῖται· εἰ δὲ ἄδηλον, πάντως ἄγνωστον ἔσται τοῦτο εἴτε ἀληθές ἐστιν εἴτε ψευδές, γινωσκόμενον ὅ τι ποτὲ τούτων ἐστί, γενήσεται πρόδηλον.