Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 268-3
Not analysed yet
τὸ οὖν περιεκτικὸν τοῦ τε σημείου καὶ τοῦ σημειωτοῦ συνημμένον, λῆγον ἐπὶ ἄδηλον, ἐξ ἀνάγκης ἐστὶν ἀνεπίκριτον. ὅτι μὲν γὰρ ἀπ᾿ ἀληθοῦς ἄρχεται, γνώριμόν λήγει δὲ εἰς ἄγνωστον. · δεῖ δὲ πρὸ παντὸς ἡμᾶς εἰς τὴν ἐπίκρισιν αὐτοῦ γινώσκειν τὸ εἰς τί λήγει, ἴνα ἐὰν μὲν εἰς ἀληθὲς λήγῃ, θώμεθα τοῦτ’ ἀληθὲς διὰ τὸ ἀπ’ ἀληθοῦς τε ἄρχεσθαι καὶ εἰς ἀληθὲς λήγειν, ἐὰν δὲ εἰς ψεῦ- δὸς, ἀνάπαλιν λέγωμεν ψεῦδος διὰ τὸ ἀπ’ ἀληθοῦς ἄρχεσθαι καὶ ἐπὶ ψεῦδος λήγειν. οὐ τοίνυν ἀξίωμα ῥητέον εἶναι τὸ σημεῖον, οὐδὲ ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον.