Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 264-2
Not analysed yet
ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῆς ἀναστροφῆς ἐστι λόγος· εἰ γὰρ μὴ δύναται τὸ ὅλον τοῦ μέρους ἅπτεσθαι διὰ τἀς μικρῷ πρόσθεν (§262) ἐπιλογισθείσας αἰτίας, οὐδὲ τὸ μέρος δυνήσεται τοῦ ὅλου ἅπτεσθαι. ὅθεν εἰ μήτε τὸ ὅλον τοῦ ὅλου ἅπτεται μήτε τὸ μέρος τοῦ μέρους μήτε τὸ ὅλον τοῦ μέρους μήτε ἐναλλάξ, οὐδὲν οὐδενὸς ἅπτεται. διὰ δὲ τοῦτο οὔτε αἴτιόν τί τινος ὑπάρξει, οὔτε πάσχον τι ὑπό τινος.