Ancient Greek
265 to 270
Sextus Empiricus, Adversus mathematicos 265-2-270
Not analysed yet
Πρὸς τούτοις τε, εἰ ἅπτεταί τί τινος, ἤτοι μεσολαβούμενον ὑπό τινος, οἷον πόρου ἢ γραμμῆς, ἅψεταί τινος, ἢ ὑπ᾿ οὐδενὸς μεσολαβούμενον. καὶ εἰ μὲν ὑπό τινος μεσολαβοῖτο, οὐχ ἅψεται οὗ λέγεται ἅπτεσθαι, ἀλλὰ τοῦ μεταξὺ ἀμφοτέρων· εἰ δὲ μηδενὸς ἁπαξαπλῶς μεταξὺ ἀμφοτέρων ὄντος τὸ ἕτερον τοῦ ἑτέρου ἅψεται, ἕνωσις ἔσται ἀμφοτέρων ἀλλ᾿ οὐ θίξις. τοίνυν οὐδὲ ταύτῃ τί τινος ἅπτεται. ὅθεν εἴπερ, ἴνα νοηθῇ τὸ ποιοῦν καὶ τὸ πάσχον, δεῖ προωμολογῆσθαι τὸ ὅτι <τί> τινος ἅπτεται, δέδεικται δὲ μηδὲν μηδενὸς ἁπτόμενον, λεκτέον μήτε τὸ ποιοῦν μήτε τὸ πάσχον ὑπάρχειν. Τὸ μὲν οὖν ποιοῦν αἴτιον οὕτω καὶ κατ᾿ ἰδίαν καὶ κοινῇ μετὰ τοῦ πάσχοντος ἀπορεῖται· ἄπορος δέ ἐστι κατ’ ἰδίαν καὶ ὁ περὶ τοῦ πάσχοντος λόγος. εἰ γὰρ πάσχει τι, ἤτοι τὸ ὂν πάσχει τι ἢ τὸ μὴ ὄν· οὔτε δὲ τὸ ὂν πάσχει τι, ὧς παραστήσομεν, οὔτε τὸ μὴ ὄν, ὧς ὑπομνήσομεν· οὐκ ἄρα πάσχει τι. τὸ μὲν οὖν ὂν οὐ πάσχει· ἐφ’ ὅσον γὰρ ὄν ἐστι καὶ τὴν ἰδίαν φύσιν ἔχει, οὐ πάσχει· τὸ δὲ μὴ ὂν τῷ μηδ’ ὅλως ὑπάρχειν οὐκ ἂν πάθοι. παρὰ δὲ τὸ εἷναι καὶ μὴ εἶναι οὐδὲν ἔστιν· οὐκ ἄρα πάσχει τι. οἷον ὁ Σωκράτης ἤτοι ὢν θνῄσκει ἢ μὴ ὤν. δύο γὰρ οὗτοι χρόνοι, εἶς μὲν ὁ καθ’ ὃν ἔστι καὶ ζῇ, ἕτερος δὲ καθ’ ὃν οὐκ ἔστιν ἀλλ’ ἔφθαρται· διόπερ ἐξ ἀνάγκης ὀφείλει κατὰ τὸν ἕτερον τούτων θνῄσκειν. ὅτε μὲν οὖν ἔστι καὶ ζῇ, οὐ θνῄσκει· ζῇ γὰρ δήπουθεν· θανὼν δὲ πάλιν οὐ θνῄσκει, ἐπεὶ δὶς ἔσται θνῄσκων, ὅπερ ἄτοπον. οὐ τοίνυν θνῄσκει Σωκράτης. οἷος δ’ ἔστιν ἐπὶ τούτου λόγος, τοιοῦτος καὶ ἐπὶ τοῦ πάσχοντος. οὔτε γὰρ τὸ ὂν δύναται πάσχειν ἐφ’ ὅσον ὄν ἐστι καὶ κατὰ τὴν ἀρχῆθεν ὑπόστασιν νοεῖται, οὔτε τὸ μὴ ὄν· ἀρχὴν γὰρ οὐχ ὑφέστηκεν·