Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 266
Not analysed yet
πρῶτον μὲν γὰρ καὶ κύνα πάντες ἴσμεν, ἀλλ’ οὐκ ἔστιν ὁ κύων ἄνθρωπος· καὶ ἵππον πάντες ἴσμεν καὶ φυτόν, ἀλλ’ οὐδὲν τούτων ἦν ἄνθρωπος. εἶτα καὶ τὸ ζητούμενον συνήρπασεν· οὐδεὶς γὰρ ἐκ προχείρου δώσει γινώσκεσθαι τὸν ἄνθρωπον ὁποῖός ἐστιν, εἴγε ὁ Πύθιος ὧς μέγιστον ζήτημα προύθηκεν αὐτῷ τὸ “γνῶθι σαυτόν”. εἰ δὲ καὶ δοίη, οὐ πᾶσιν ἀλλὰ τοῖς ἀκριβεστάτοις τῶν φιλοσόφων ἐπιτρέψει μόνον τοῦτον ἐπίστασθαι.