Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 267-2
Not analysed yet
οἱ δὲ περὶ τὸν Ἐπίκουρον (fr. 310 Us.) καὶ δεικτικῶς ᾠήθησαν δύ- νᾶσθαι τὴν ἐπίνοιαν τοῦ ἀνθρώπου παρίστασθαι, λέγοντες· “ἄνθρωπός ἄνθρωπός ἐστι τοιουτονὶ μόρφωμα μετ’ ἐμψυχίας.” οὐκ ἔγνωσαν δ’ ὅτι εἰ τὸ δεικνύμενόν ἐστιν ἄνθρωπος, τὸ μὴ δεικνύμενον οὐκ ἔστιν ἄνθρωπος. καὶ πάλιν ἡ τοιαύτη δεῖξις ἤτοι ἐπ’ ἀνδρὸς ἐκφέρεται ἢ γυναικός, ἢ πρεσβύτου ἢ μειρακίου, σιμοῦ γρυποῦ, τετανότριχος οὐλοκόμου, τῶν ἄλλων διαφόρων·