Ancient Greek
268 to 269
Sextus Empiricus, Adversus mathematicos 268-269
Not analysed yet
πάντων δὲ ἀπίθανα καὶ ψευδῆ λεγόντων οὐδὲ τεχνικῷ τινὶ κριτηρίῳ δίδοται πάροδος. Καὶ μὴν οὐδὲ διʼ ὧν ἄν ἱστορία καλῶς γραφείη δι- δάσκουσιν οἷ γραμματικοί, ἵνα κατʼ ἀναφορὰν τὴν ὡς ἐπὶ τὰ τοιαῦτα θεωρήματα λέγωμεν τεχνικόν τι μέρος ὑπάρχειν παρʼ αὐτοῖς τὸ ἱστορικόν τοῦτο γὰρ ῥητορικῶν ἐστι |τὸ ἔργον. ὤστʼ ἐπεὶ καὶ αὐτοὶ ἐξομολογοῦνται ἀμέ- θοδόν τι εἶναι παράπηγμα τὴν ἱστορίαν καὶ ἡμεῖς ἐπ- ελογισάμεθα, καὶ ἄλλως οὐδὲν τεχνικὸν θεώρημα πρὸς τὴν γνῶσιν αὐτῆς ἢ σύστασιν παραδεδώκασι, ῥητέον καὶ κατὰ τὸ ἱστορικὸν μέρος ἀσύστατον εἶναι τὴν γραμμμα- τικήν. Ὅτι τὸ περὶ τοὺς ποιητὰς καὶ συγγρα φοεῖς μέρος τ ἧς γραμματικῆς ἀσύ στατ όν ἐκ τιν