Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 270
Not analysed yet
Ἤδη μὲν δυνάμει καὶ τὸ περὶ ποιητὰς καὶ συγγρα- φεῖς μέρος τῆς γραμματικῆς ἡμῖν ἀνῄρηται, δείξασι τὸ ἀδύνατον τοῦ κατὰ τὰς τεχνολογίας καὶ τοῦ ἱστορικοῦ· χωρὸς γὰρ τούτων οὐκ ἀπευθύνεταί τις ποιήσεως ἐξ- ήγησις. ὅμως δʼ οὖν καὶ τὰ ἐν τούτῳ τῷ μέρει πειρα- σόμεθα κοινότερον δυνάμενα λέγεσθαι σκοπεῖν, καὶ μά- λιστα ὅτι οὕτως ἐπιτεθαρρήκασιν αὐτῷ οἱ γραμματικοὶ ὡς καὶ τὸ βιωφελὲς τῆς γραμματικῆς καὶ πρὸς εὐδαιμο- νίαν ἀναγκαῖον ἐξ αὐτοῦ τολμᾶν πιστοῦσθαι. φασὶ γοῦν ὡς ἡ ποιητικὴ πολλὰς δίδωσιν ἀφορμὰς πρὸς σοφίαν καὶ εὐδαίμονα βίον, ἄνευ δὲ τοῦ ἀπὸ γραμματικῆς φωτὸς οὐχ οἷόν τε τὰ παρὰ τοῖς ποιηταῖς διορᾶν ὁποῖά ποτέ ἐστιν· χρειώδης ἄρα ἡ γραμματική.