Ancient Greek
268 to 271
Sextus Empiricus, Adversus mathematicos 268-2-271
Not analysed yet
καὶ εἰ μὲν ἐπ’ ἀνδρὸς ἐκφέροιτο, ἡ γυνὴ οὐκ ἔσται ἄνθρωπος, εἰ δ’ ἐπὶ γυναικός, περιγραφήσεται τὸ ἄρρεν, καὶ εἰ ἐπὶ νέου, αἱ λοιπαὶ τῶν ἡλικιῶν ἐκπεσοῦνται τῆς ἀνθρωπότητος. Ἠσαν δέ τινες τῶν φιλοσόφων οἱ τὸν γενικὸν ἄνθρωπον διὰ λόγου διδάσκοντες, κἀντεῦθεν οἰόμενοι τὴν ἐπίνοιαν δύνασθαι τῶν ἐπὶ μέρους ἀνθρώπων ἀνακύψειν. τούτων δὲ οἱ μὲν οὕτως ἀπέδοσαν (cf. Aristot. Top. 133 b2) “ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν.” οἳ καὶ αὐτοὶ οὐ τὸν ἄνθρωπον ἀλλὰ τὰ συμβεβηκότα τῷ ἀνθρώπῳ παρέδοσαν. διαφέρει δὲ τὸ τινὶ συμβεβηκὸς ἐκείνου τοῦ ᾧ συμβέβηκεν, ἐπεί τοι εἰ μὴ διαφέρει, οὐκ ἂν ἦν συμβεβηκὸς ἀλλ’ αὐτὸ ἐκεῖνο. ἀμέλει γοῦν τῶν συμβεβηκότων τὰ μὲν ἀχώριστά ἐστί τῶν οἷς συμβέβηκεν, ὧς μῆκος καὶ πλάτος καὶ βάθος σώμασι (δίχα γὰρ τῆς τούτων παρουσίας ἀμήχανόν ἐστιν ἐπινοῆσαι σῶμα), τὰ δὲ χωρίζεται ζεται τοῦ ᾧ συμβέβηκεν καὶ ἀπαλλασσομένων μένει ἐκεῖνο, οἶον τρέχειν διαλέγεσθαι ὑπνοῦν ἐγρηγορέναι τῷ ἀνθρώπῳ· πάντα γὰρ ταῦτα συμβέβηκε μὲν ἡμῖν, οὐ διὰ παντὸς δέ· καὶ γὰρ μὴ τρέχοντες μένομεν οἱ αὐτοὶ καὶ ἡσυχάζοντες, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. διττῆς οὖν οὔσης τῶν συμβεβηκότων διαφορᾶς οὐδετέραν εὑρήσομεν τὴν αὐτὴν τῷ ὑποκειμένῳ πράγματι, ἀλλ’ ἀεὶ διαφέρουσαν.