Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 271
Not analysed yet
τὸ δʼ ὅτι συχνὰς δίδωσιν ἧ ποιητικὴ ἀφορμὰς πρὸς εὐδαιμονίαν δῆλον ἐκ τοῦ τὴν ὄντως κρατίστην καὶ ἧἧθοποιὸν φιλοσοφίαν ἀπὸ τῆς παρὰ τοῖς ποιηταῖς γνωμολογίας τὴν ἀρχὴν ἐρριζῶ- σθαι, καὶ διὰ τοῦτο τοὺς φιλοσόφους, εἴ ποτε παραινε- τικῶς τι λέγοιεν, ταῖς ποιητικαῖς φωναῖς ὧσπερεὶ σφρα- γίζεσθαι τὸ ὑπʼ αὐτῶν λεγόμενον. καὶ ὁ μὲν ἐπʼ ἀρετὴν παρακαλῶν φησὶν (Euripid. fr. 734 Nauck2) ἀρετὴ δὲ κἂν θάνῃ τις οὐκ ἀπόλλυται ὁ δέ φιλαργυρίαν φεύγειν ἐγκελευόμενος προφέρεται τὸ (Eur. fr. 20 Nauck) μὴ Πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν, δν χὡ κάκιστος ῥαδίως ἐκτήσατο· ὁ δέ αὐτάρκειαν ὑπαγορεύων συμπιστοῦται τὸ δόγμα ἐκ τοῦ τὸν Εὐριπίδην λέγειν (fr. 892 Nauck )τί γὰρ δέει βροτοῖσι πλὴν δυοῖν μόνον, Δήμητρος ἀκτῆς πώματός θʼ ὑδρηχόου, θ δὴ πάρεστι καὶ πέφυχʼ ἡμᾶς τρέφειν;