Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 28-5
Not analysed yet
τάξει τοίνυν ὡς ἂν περὶ τῶν ὅλων οὔσης τῆς σκέψεως ἀναλαβόντες, ἐπεὶ δύο μέρη ἐμφέρεται τῇ προτάσει, τό τε κριτήριον καὶ ἡ ἀλήθεια, ἐν μέρει τὸν περὶ ἑκατέρου τούτων λόγον ποιησόμεθα, καὶ ὁτὲ μὲν ἐξηγητικῶς ὑποδεικνύντες, ποσαχῶς λέγεται τὸ κριτήριον καὶ ἡ ἀλήθεια, καὶ τίνα ποτὲ κατὰ τοὺς δογματικοὺς εἶχε φύσιν, ὁτὲ δὲ καὶ ἀπορητικώτερον σκεπτόμενοι, εἰ δύναταί τι τούτων ὑπάρχειν. περὶ κριτηρίου