Ancient Greek
29 to 35
Sextus Empiricus, Adversus mathematicos 29-4-35
Not analysed yet
Αὐτίκα τοίνυν τὸ κριτήριον (ἀρκτέον γὰρ ἀπὸ τούτου) λέγεται πρῶτον μὲν διχῶς, καθ’ ἔνα μὲν τρόπον ᾧ προσέχοντες τὰ μὲν ποιοῦμεν τὰ δὲ οὐδαμῶς, καθ’ ἕτερον δὲ ᾧ προσέχοντες τὰ μὲν ὑπάρχειν φαμὲν τὰ δὲ μὴ ὑπάρχειν καὶ ταυτὶ μὲν ἀληθῆ καθεστάναι ταυτὶ δὲ ψευδῆ. ὧν τὸ μὲν πρότερον ἐν τοῖς περὶ τῆς σκεπτικῆς ἀγωγῆς (Hyp. I 21 —24) ἐξεθέμεθα· κατ’ ἀνάγκην γὰρ ἔδει τὸν ἀπορητικῶς φιλοσοφοῦντα, μὴ εἰς τὸ παντελὲς ἀνενέργητον ὄντα καὶ ἐν ταῖς κατὰ τὸν βίον πράξεσιν ἄπρακτον, ἔχειν τι κριτήριον αἱρέσεως ἅμα καὶ φυγῆς, τουτέστι τὸ φαινόμενον ,καθὼς καὶ ὁ Τίμων (fr. 69 Diels) μεμαρτύρηκεν εἰπὼν ἀλλὰ τὸ φαινόμενον πάντῃ σθένει, οὗπερ ἂν ἔλθῃ. τὸ δ’ ἕτερον, λέγω δὲ τὸ τῆς ὑπάρξεως καὶ περὶ οὐ τὰ νῦν σκεπτόμεθα, λέγεσθαι δοκεῖ τριχῶς, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. κοινῶς μὲν γὰρ πᾶν μέτρον καταλήψεως, καθ’ ὃ σημαινόμενον καὶ τὰ φυσικὰ κριτήρια ταύτης ἠξίωται τῆς προσηγορίας, οἶον ὅρασις ἀκοὴ γεῦσις· ἰδίως δὲ πᾶν μέτρον καταλήψεως τεχνικόν ,καθ’ ὃ πῆχυν μὲν καὶ ζυγὸν καὶ κανόνα καὶ διαβήτην εἴποι τις ἂν κριτήρια, παρόσον ἐστὶ τεχνικά, τὴν δὲ ὅρασιν καὶ τὴν ἀκοὴν καὶ καθόλου τὰ λοιπὰ κοινὰ τῶν αἰσθητηρίων, φυσικὴν ἔχοντα τὴν κατασκευήν, οὐδαμῶς· ἰδιαίτατα δὲ πᾶν μέτρον καταλήψεως ἀδήλου πράγματος, καθ’ ὃ τὰ μὲν βιωτικὰ οὐκέτι λέγεται κριτήρια, μόνα δὲ τὰ λογικὰ καὶ ἅπερ οἱ δογματικοὶ τῶν φιλοσόφων παρεισάγουσι πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν. πολλαχῶς δὴ λεγομένου τοῦ κριτηρίου, πρόκειται πάλιν τὸ σκέπτεσθαι προηγουμένως μὲν περὶ τοῦ λογικοῦ καὶ παρὰ τοῖς φιλοσόφοις θρυλουμένου, κατ’ ἐπακολούθημα δὲ καὶ περὶ ἑκάστου τῶν κατὰ τὸν βίον. πάρεστι μέντοι καὶ τὸ λογικὸν τοῦτο ὑποδιαιρεῖσθαι, λέγοντας τὸ μέν τι εἶναι κριτήριον ὡς ὑφ’ οὗ, τὸ δὲ ὡς δι’ οὗ, τὸ δὲ ὧς προσβολὴ καὶ σχέσις. ὑφ’ οὗ μὲν ὧς ἄνθρωπος, δι’ οὗ δὲ ὧς αἴσθησις, τὸ δὲ τρίτον ὡς ἡ προσβολὴ τῆς φαντασίας.