Ancient Greek
282 to 283
Sextus Empiricus, Adversus mathematicos 282-2-283
Not analysed yet
τὸ μὲν γὰρ “ἄπτερον” ἀποσυμβέβηκεν αὐτῷ, τὸ δὲ “ζῷον” καὶ τὸ “δίπουν” καὶ τὸ “πλατυώνυχον” συμβέβηκεν, τὸ δὲ ‘‘ἐπιστήμης πολιτικῆς δεκτικὸν” ποτὲ μὲν συμβέβηκεν, ποτὲ δὲ ἀποσυμβέβηκεν. ὥστε ἡμῶν ἕτερόν τι μαθεῖν ζητούντων αὐτὸς ἕτερόν τι παρέστησεν. Ἀλλὰ γὰρ οὕτως ἀποδεδείχθω τὸ μὴ δύνασθαι ἄνθρωπον <ἑαυτὸν> ἐκ προχείρου νοεῖν. παρακειμένως δὲ λεκτέον, ὅτι καὶ ἡ κατάληψις αὐτοῦ τῶν ἀπόρων ἐστί, καὶ μάλιστα ὅτι ἀπὸ μέρους ἤδη τοῦτο συμβεβίβασται (τὸ γὰρ μὴ ἐπινοούμενον οὐδὲ καταληφθῆναι πέφυκεν· ἀνεπινόητος δέ γε ὁ ἄνθρωπος δέδεικται τὸ ὅσον ἐπὶ ταῖς τῶν δογματικῶν κῶν ἐννοίαις, τοίνυν καὶ ἀκατάληπτος).