Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 284-2
Not analysed yet
ὅμως δ’ οὖν καὶ καθ’ ἕτερον τρόπον ἐνέσται τὸ τοιοῦτο κατασκευάζειν· εἴπερ καταληπτόν ἐστιν ὁ ἄνθρωπος, ἤτοι ὅλος δι’ ὅλου ἑαυτὸν ζητεῖ τε καὶ καταλαμβάνει, ἢ ὅλος ἐστὶ τὸ ζητούμενον καὶ ὑπὸ τὴν κατάληψιν πίπτον <. . . . >ὥσπερ εἰ καὶ τὴν ὅρασιν ὑπόθοιτό τις ἑαυτὴν ὁρῶσαν· ἤ γὰρ ὅλη ἔσται ὁρῶσα ἢ ὁρωμένη ἢ μέρει μὲν ἑαυτὴν ὁρῶσα, μέρει δὲ ὑφ᾿ ἑαυτῆς ὁρωμένη.