Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 286-3
Not analysed yet
τό τε τέμνον τὴν γραμμὴν ἢ τὸν κύκλον ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον. ἀλλὰ σῶμα μὲν πῶς <ἂν> ἐπινοηθείη; γὰρ καὶ ἀσώματον καὶ ἀνυπόπτωτον ἡμῖν τὸ τεμνόμενον, τουτέστιν ἡ γραμμὴ καὶ ὁ κύκλος. τοιοῦτο δὲ ὂν οὐκ ἂν τμηθείη ὑπὸ σώματος· τὸ γὰρ ὑπὸ σώματος τεμνόμενον παθεῖν δεῖ καὶ θιχθῆναι, τὸ δὲ ἀσώματον οὔτε θιγεῖν οὔτε θιχθῆναι πέφυκεν. ὥστε οὐκ ἔνεστι νοῆσαι] ὑπὸ σώματος τεμνομένην τὴν γραμμὴν καὶ διαιρούμενον τὸν κύκλον ἐπινοῆσαι. καὶ μὴν οὐδὲ ὑπὸ ἀσωμάτου τινός.