Ancient Greek
287 to 288
Sextus Empiricus, Adversus mathematicos 287-3-288
Not analysed yet
εἰ γὰρ ἀσώματόν ἐστι τὸ διαιροῦν τὴν γραμμὴν ἢ τὸν κύκλον, ἤτοι στιγμὴ στιγμὴν τέμνει ἤ γραμμὴ γραμμήν. οὔτε δὲ στιγμὴ τὴν στιγμὴν οὔτε γραμμὴ τὴν γραμμὴν οἴα τέ ἐστι τέμνειν, ἀλλὰ στιγμὴ μὲν τὴν στιγμὴν οὐκ ἂν τέμοι, ἐπεὶ ἑκατέρα ἐστὶν ἀμερής, καὶ οὔτε ἡ τέμνουσα ἔχει οἷς τεμεῖ οὔτε ἡ τεμνομένη τὰ εἰς ἃ τμηθήσεται.